Παράκληση στην Παναγία Γοργοεπήκοο

t_276_368_16774082_00_images_panagia-gorgoepikoos.jpg

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
εἰς τήν Ὑπεραγίαν Θεοτόκον τήν ΓΟΡΓΟΕΠΗΚΟΟΝ
(ποίημα Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου)

Ὁ Ἱερεῦς: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ διακαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωῒ τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρός σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον˙ δίδαξον με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἶ ὁ Θεός μου. Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ˙ ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σού εἰμι.

Ἦχος δ’.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν˙ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν˙ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν˙ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἐστί θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν˙ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς˙ Δέσποινα, βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα˙ σπεῦσον, ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων˙ μή ἀποστρέψῃς σούς δούλους κενούς˙ σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι. Ὅμοιον.

Τῆς Θεοτόκου τῇ εἰκόνι προσδράμωμεν οἱ ἐν κινδύνοις καί αὐτῇ νῦν προσπέσωμεν ἀπό βαθέων κράζοντες καί πόνου ψυχῆς˙ τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως, Κόρη, ὡς Γοργοϋπήκοος φερωνύμως κληθεῖσα˙ σύ γάρ ὑπάρχεις πρόμαχος ἡμῶν καί ἐν ἀνάγκαις ἑτοίμη βοήθεια.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὅμοιον.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙ σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ἀναγνώστης: Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιον μού ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἂδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου καί τό πνεῦμα σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός,  ὁ Θεός τῆς σωτηρίας μου˙ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον˙ καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών, καί οἰκοδομηθήτω τά τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Θαυμάτων τῶν θείων σου τήν πληθύν καί τῶν τεραστίων εὐφημῆσαι ἐπιχειρῶν, σοῦ δέομαι, Κόρη, ἐκ καρδίας, Γοργοϋπήκοε, χάριν παράσχου μοι.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τίς οὐκ ἐκπλαγείη τῆς σῆς μορφῆς τά θαύματα, Κόρη; ἐκ γάρ ταύτης τῷ λειτουργῷ τραπέζης ἐφώνησας τρισσάκις, Γοργοϋπήκοος ὅθεν ὠνόμασαι.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι.

Πῶς σου τό τεράστιον ἐξειπεῖν δυνήσομαι, Κόρη; σύ γάρ πρώην τόν ἀπειθῆ μοναχόν ἀόμματον εἰργάσω, καί πάλιν τοῦτον κατέστησας βλέποντα.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Χαῖρε καί εὐφραίνου, θεία μονή τοῦ Δοχειαρίου, σύ γάρ ἔσχες τήν τοῦ παντός Κυρίαν προστάτιδα καί σκέπην, καθάπερ αὕτη σαφῶς ἐπηγγείλατο.

Ὠδή γ’. Οὐρανίας ἁψῖδος.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τούς ἀτέκνους εὐτέκνους σύ, Μαριάμ, ἔδειξας, καί τάς στειρευούσας μητέρας, Κόρη, ἐποίησας, Γοργοϋπήκοε, εὐφραινομένας ἐν τέκνοις˙ τίς οὖν οὐκ ἐξίσταται τά μεγαλεῖά σου;

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Βουλγαρία κηρύττει τῆς σῆς μορφῆς θαύματα, ὦ Γοργοϋπήκοε Κόρη, δύσις, ἑώα τε˙ κρήνη γάρ γέγονας βλύζουσα χάριτας πᾶσι τοῖς προσκαλουμένοις σου τό θεῖον ὄνομα.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι.

Τοῦ καρκίνου τό πάθος ἐκ τῆς χειρός οἴχεται τοῦ σεμνοῦ γυναίου, Παρθένε, τῇ ἐπισκέψει σου˙ ὅθεν ἡ πάσχουσα, ἐκ τῆς ὀδύνης λυθεῖσα, χαίρουσα ἐκήρυττς τά χαριστήρια.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Θαυμαστῶς ὡραιώθη ἡ σή εἰκών, πάναγνε, καί ὑπέρ ἀκτῖνας ἡλίου φωτίζει ἅπαντας, Γοργοϋπήκοε˙ τίς οὖν αὐτήν ἐπαινέσει, ἥνπερ καί οἱ ἄγγελοι φόβῳ καλύπτουσιν;

Ἐπάκουσον, Γοργοϋπήκοε Κόρη θεογεννῆτορ, τάς ἱκεσίας, Παρθένε, τῶν δούλων σου καί λύτρωσαι ἐκ παντοίων κινδύνων.

Ἀπέλασον τῆς ἀθυμίας τά νέφη ἐκ τῆς ψυχῆς μου καί χαράν, Ἁγνή, τῷ σῷ ἱκέτῃ παράσχου μοι, ὡς τῆς χαρᾶς τό δοχεῖον ὑπάρχουσα.

Ἦχος β’. Τά ἄνω ζητῶν.

Πολέμοις, ἁγνή, πολλοῖς περικυκλούμενοι ἐχθρῶν ὁρατῶν καί ἀοράτων, Δέσποινα, σοί θερμῶς κραυγάζομεν, θραῦσον τά τούτων ὅπλα τῷ κράτει σου, καί εἰρηναίαν δός ἡμῖν ζωήν τοῖς σοῖς οἰκέταις, Γοργοϋπήκοε.

Ὠδή δ’. Εἰσακήκοα, Κύριε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Εἰς τά πέρατα ἅπαντα ἡ θαυματουργός σου εἰκών τεθρύληται καί νῦν πάντες ἐν τῷ στόματι τήν Γοργοϋπήκοον προφέρουσι.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Καί κατ’ ὄναρ, Παντάνασσα, ἀλλά καί καθ’ ὕπαρ, Γοργοϋπήκοε, φαινομένη τά θαυμάσια ἐκτελεῖς ἐν κόσμῳ τά παράδοξα.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι.

Τίς σου, Κόρη, τό ὄνομα ἐν ἀνάγκῃ πάσῃ ἐπεκαλέσατο και γοργῶς αὐτοῦ οὐκ ἤκουσας, ὡς Γοργοϋπήκοος ὑπάρχουσα;

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Μακαρία γεγένησαι, ὦ Δοχειαρίου μονή ἐπίσημε, τήν εἰκόνα γάρ ἐπλούτησας Γοργοϋπηκόου τήν πανσέβαστον.

Ὠδή ε’. Φώτισον ἡμᾶς.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Πῶς σου τήν μορφήν ὁ ἀνάξιος θεάσωμαι, Γοργοϋπήκοε παντάνασσα, μεμολυσμένοις ὀφθαλμοῖς μου τήν πανάσπιλον;

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Θάλασσα καί γῆ τῆς εἰκόνος σου τά θαύματα, Γοργοϋπήκοε, κηρύττουσι, τῶν σῶν χαρίτων γάρ ταῦτα ἄμφω ἀπήλαυσαν.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι.

Κλέπτην φανεροῖς τόν τά χρήματα συλήσαντα τά τοῦ πλησίον, Μητροπάρθενε, καί ἀποδίδως δικαίως ταῦτα τῷ ἔχοντι.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Εἶδος το σεπτόν ἐμφερείας σου, Πανύμνητε, ὡς φῶς λαμπρύνει πάντας βλέποντας καί προσκυνεῖν αὐτό πείθει καί κατασπάζεσθαι.

Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Φιλόστοργος ὥσπερ μήτηρ, Δέσποινα, ὁραθεῖσα προσεκάλεις τόν παῖδα πρός ἑαυτήν, ἕως οὗ ἐλυτρώσω ἐκ τῆς χειρός τῶν ληστῶν, Μητροπάρθενε˙ ἀλλ’ εὕροιμέν σε καί ἡμεῖς οἱ σοί δοῦλοι μητέρα φιλόστοργον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Οὐκ ἔχομεν οἱ οἰκτροί οἰκέται σου ἄλλην πλήν σοῦ προστασίαν καί σκέπην˙ σιό, Ἁγνή, ἐκ καρδίας βοῶμεν, ἀπό κινδύνου παντός ἐλευθέρωσον τήν μάνδραν σου τήν ἱεράν καί πιστούς τούς πρός σέ καταφεύγοντας.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι.

Ὡς ἔσωσας θαλαττίου κλύδωνος τούς φωνήσαντας τήν θείαν σου κλῆσιν, οὕτως ἡμᾶς αἰσθητοῦ ναυαγίου καί νοητοῦ, Θεοτόκε, διάσωσον καί ὅρμισον εἰς γαληνούς σωτηρίας λιμένας τούς δούλους σου.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Ὁ κόσμος σε σωτηρίαν κέκτηται καί θερμήν ἐν πειρασμοῖς προστασίαν˙ ὅθεν, Ἁγνή, τῇ σεπτῇ σου εἰκόνα ἁπανταχόθεν προστρέχουσιν ἄνθρωποι καί πάντες σε καταφυγήν καί παράκλησιν, Κόρη, εὑρίσκουσιν.

πάκουσον, Γοργοϋπήκοε Κόρη θεογεννῆτορ, τάς ἱκεσίας, Παρθένε, τῶν δούλων σου καί λύτρωσαι ἐκ παντοίων κινδύνων.

πέλασον τῆς ἀθυμίας τά νέφη ἐκ τῆς ψυχῆς μου καί χαράν, Ἁγνή, τῷ σῷ ἱκέτῃ παράσχου μοι, ὡς τῆς χαρᾶς τό δοχεῖον ὑπάρχουσα.

Ἦχος β’.

Πελάγει δεινῷ τοῦ βίου χειμαζόμενοι καί παντοίων παθῶν τρικυμίαις ποντούμενοι καί σάλῳ περιπίπτοντες, Παρθένε, πειρασμῶν, εἰς μορφήν σου τήν σεπτήν καταφεύγομεν θερμῶς ὡς εἰς λιμένα εὔδιον˙ ἔκτεινον ἡμῖν χεῖρα ὡς Πέτρῳ ὁ Υἱός σου καί κλυδωνίου ἐκ παντός ἡμᾶς, Κόρη, λύτρωσαι.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ. (δις)
Στίχος. Ἄκουσον, θύγατερ, καί ἴδε καί κλῖνον τό οὖς σου, καί ἐπιλάθου τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου μνησθήσομαι ἐν πάσῃ γενεᾷ καί γενεᾷ.

Ὁ Ἱερεῦς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.

Ὁ Χορός: Κύριε ἐλέησον (γ’)

Ὁ Ἱερεῦς: Σοφία˙ ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ὁ Χορός: Καί τῷ πνεύματί σου.

Ὁ Ἱερεῦς: Ἐκ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου τό Ἀνάγνωσμα. Πρόσχωμεν.

Ὁ Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Ἱερεῦς: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καί ἐπλήσθῃ Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν˙ Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Και μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Και εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῷ τῷ σωτῆρι μου˙ ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί ˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός καί ἅγιον τό ὄνομα αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.

Ὁ Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι. Ἦχος β’.

Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Γοργοϋπηκόου ταῖς θείαις ἱκεσίαις ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Τήν Γοργοϋπήκοον τῆς Θεοτόκου εἰκόνα πάντες εὐφημήσωμεν, Σελήνην τήν ἔνδοξον καί ὁλ.οφωτον, τήν λαμπράν ἅλωνα, σφαῖραν τήν οὐράνιον και πολύαστρον ὑπάρχουσαν˙ Ἄρκτον ἑπτάστερον, δι’ ἧς πρός θεόν ὁδηγούμεθα˙ Παρθένον ἀγλαόμορφον ἄστροις τε πολλοῖς διαυγάζουσαν, Πλειάδα ὡραίαν καί ἶριν ποικιλόχροον, δι’ ἧς κατακλυσμοῦ ἡμᾶς ῥύεται πάντοτε ὁ Κύριος.

Ὅμοιον.

Πάντων τά αἰτήματα, Γοργοϋπήκοε Κόρη, πλήρωσον τῶν δούλων σου τῶν εἰς σέ ἐκ πίστεως προσιόντων σοι καί τήν σήν, ἄχραντε, ἐπικαλουμένων ἀρωγήν τε καί ἀντίληψιν˙ ἐκ πάσης θλίψεως καί ἀσθενειῶν καί κακώσεων ψυχῆς ὁμοῦ καί σώματος ἅπαντας ἡμᾶς ἐλευθέρωσον, ἵνα σέ ὑμνῶμεν δοξάζοντες Χριστόν τόν σόν Υἱόν, ὅν ἐκδυσώπει, πανύμνητε, σῶσαι τάς ψυχάς ἡμῶν.

Ὁ Ἱερεῦς: Σῶσον, ὁ Θεός, τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου˙ ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς˙ ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καί κατάπεμψον ἐφ’ ἡμᾶς τά ἐλέη σου τά πλούσια˙ πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας˙ δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ˙ προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων˙ ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου˙ τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων˙ τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καί οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας˙ Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν˙ τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου˙ τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου˙ τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων˙ τῶν Ὁσίων καί θεοφόρων Πατέρων ἡμῶν˙ τῶν ἁγίων καί Δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας) καί πάντων σου τῶν Ἁγίων, ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἡμᾶς.

Ὁ Χορός: Κύριε ἐλέησον (ιβ’)

Ὁ Ἱερεῦς: Ἐλέει καί οἰκτιρμοῖς, καί φιλανθρωπίᾳ τοῦ Μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητός εἶ, σύν τῷ παναγίῷ καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τοῖς τυφλοῖς ἐχαρίσω ὁφθαλμῶν τήν τοῦ βλέπειν, Κόρη, ἐνέργειαν˙ ἀλλά καί ψυχῆς κόρας ἡμῶν καταφώτισον καί τοῦ σώματος, ἄχραντε, ὅπως ὑμνῶμεν ἀεί σεπτά σου μεγαλεῖα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τοῖς κωφοῖς τό ἀκούειν ἐδωρήσω, Μαρία Γοργοϋπήκοε˙ ἀλλά καί ἡμῶν πάντων διάνοιξον τά ὦτα τῆς ψυχῆς καί τοῦ σώματος, ὅπως ὑμνῶμεν ἀεί σεπτά σου μεγαλεῖα.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι.

Τῆς πληγῆς τῆς ἀκρίδος ὥσπερ πάλαι ἐρρύσω τούς προσφυγόντας σοι, οὕτως ἡμᾶς ἐκ ταύτης καί πάσης ἄλλης βλάβης ἀπολύτρωσαι, Δέσποινα, ὅπως ὑμνῶμεν ἀεί σεπτά σου μεγαλεῖα.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Ὡς ἡνώρθωσας πρώην τόν παράλυτον, Κόρη Γοργοϋπήκοε, οὕτως ἡμᾶς κατ’ ἄμφω θερμῇ σου προστασίᾳ παρειμένους ἀνόρθωσον, ὅπως ὑμνῶμεν ἀεί σεπτά σου μεγαλεῖα.

Ὠδή η’. Τόν Βασιλέα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἀπό παντοίων ἀρρωστημάτων, Παρθένε, ἡμᾶς ῥῦσαι θερμῇ σου προστασίᾳ, ὥσπερ τούτων, Κόρη, πολλούς ἐρρύσω πάλαι.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Πηγή θαυμάτων, Γοργοϋπήκοε Κόρη, ἡ εἰκών σου δέδεικται τῷ κόσμῷ, ἐξ’ ἧς οἱ διψῶντες ἀρύονται εἰς κόρον.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι.

Ἀπολωλότα σύ φανεροῖς, Θεοτόκε, καί παρέχεις χαράν τοῖς εὑροῦσιν˙ ὡς πολλή ὑπάρχει εἰκόνος σου ἡ χάρις.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Τῇ προσταγῇ σου, Γοργοϋπήκοε Κόρη, πειθαρχοῦσι πάντα τά στοιχεῖα, ἐξ ὧν πάντας ῥύῃ τούς σέ προσκαλουμένους.

Ὠδή θ’. Κυρίως Θεοτόκον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Συνάχθητε προθύμως πρό τῆς σεπτῆς εἰκόνος Δοχειαριτίσσης νοσούντων συστήματα, ὁ ἰατρός γάρ ἐν ταύτῃ μένει ὁ ἄμισθος.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Εἰκών ἡ ἱερά σου ἄλλη ἀναδείχθη τοῦ Σιλωάμ κολυμβήθρα, Πανύμνητε, ἀποκαθαίρουσα νόσους ψυχῆς καί σώματος.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι.

Μονῆς Δοχειαρίου ὡς λαμπάς ἐξῆλθε τῆς Θεοτόκου εἰκών ἡ πανσέβαστος καί καταλάμπει τούς ταύτην πιστῶς γεραίροντας.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν

Εἰκόνι τῇ ἁγίᾳ Γοργοϋπηκόου οἱ ἐν κινδύνοις προσπεύσατε ἅπαντες καί τῶν θαυμάτων τήν χάριν ἄφθονον λήψεσθε.

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Γοργοϋπηκόου τήν θαυμαστήν καί σεπτήν εἰκόνα προσκυνήσωμεν, ἀδελφοί, θαύματα τελοῦσαν καί βρύπυσαν ἰάσεις καί ταύτην μετά πόθου κατασπασώμεθα.

χοντες εἰκόνα σου τήν σεπτήν, ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ καιρῷ τῷ τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.

Νῦν καιρός ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία βοηθείας, Κόρη, τῆς σῆς˙ λύτρωσαι οὖν πάσης ἀνάγκης καί κινδύνου καί χεῖρα βοηθείας τάχιστα ὄρεξον.

χει μέν, Παρθένε, ὁ οὐρανός σῶμα καί ψυχήν σου ἐξαστράπτοντα φαεινῶς, ἔχει δέ μορφήν σου μονή Δοχειαρίου τήν ἐπικαλουμένην Γοργοϋπήκοον.

ρον σου τά ὄμματα, Μαριάμ, καί ἴδε εὐσπλάχνως τούς εἰκόνι σου τῇ σεπτῇ παρεστῶτας, Κόρη, καί σέ παρακαλοῦντας, καί πλήρωσον αἰτήσεις τούτων, πανύμνητε.

δοιμι, Παρθένε, ψυχορραγῶν ἐν καιρῷ θανάτου τήν εἰκονα σου τήν σεπτήν, παραμυθουμένην καί ἱλαρῶς ὁρῶσαν καί ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.

Τέτρωμαι τῷ πόθῳ σου, Μαριάμ, φλέγει με ὁ ἔρως καθορᾶν σου τῆς ἱερᾶς εἰκόνος, Παρθένε, τό κάλλος καί τήν δόξα, καί κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν σε.

Τί ἀνταποδώσομεν οἱ οἰκτροί δοῦλοί σου, Παρθένε, ἀντί χάριτος τῆς πολλῆς, ἥνπερ ἀνεδείξω ἡμῖν χαρισαμένη εἰκόνα σου τήν θείαν πλοῦτον οὐράνιον;

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ’)

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.

Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον. Καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεῦς: Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία, καί ἡ δύναμις, καί ἡ δόξα τοῦ Πατρός, καί τοῦ Υἱοῦ, καί τοῦ ἁγίου Πνεύματος, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Ὡς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων σου, τήν θαυματουργόν σου Εἰκόνα, Θεοτόκε, πλουτίσαντες˙ ἐκ ταύτης τῶν θαυμάτων τάς ῥοάς ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ. Σύ γάρ Γοργοϋπήκοος βοηθός πέλεις τῶν ἐκβοώντων σοι˙ Δόξα τοῖς σοῖς χαρίσμασιν, ἁγνή, δόξα τῇ παρθενίᾳ σου, δόξα τῇ πρός ἡμᾶς σου ἀνεκφράστῳ προνοίᾳ, ἄχραντε.

Ὁ Ἱερεῦς: Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθα Σου, ἐπάκουσον καί ἐλέησον.

Ὁ Χορός: Κύριε ἐλέησον (γ’)

Ὁ Ἱερεῦς: Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν.

Ὁ Χορός: Κύριε ἐλέησον (γ’)

Ὁ Ἱερεῦς: Ἔτι δεόμεθα ὑπέρ τοῦ πατρός καί Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

Ὁ Χορός: Κύριε ἐλέησον (γ’)

Ὁ Ἱερεῦς: Ἔτι δεόμεθα ὑπέρ τοῦ πατρός ἡμῶν (δεῖνος) ἱερομονάχου καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὁ Χορός: Κύριε ἐλέησον (γ’)

Ὁ Ἱερεῦς: Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καί μοναχῶν καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὁ Χορός: Κύριε ἐλέησον (γ’)

Ὁ Ἱερεῦς: Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἀμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν, τῶν πατέρων καί ἀδελφῶν τῆς ἁγίας Μονῆς ταύτης, τῶν εὐλαβῶν προσκυνητῶν αὑτῆς καί πάντων τῶν συμμετεχόντων εἰς τήν ἱεράν παράκλησιν ταύτην, ὑγείας καί θείας βοηθείας ὑπέρ αὑτῶν εἴπωμεν.

Ὁ Χορός: Κύριε ἐλέησον (γ’)

Ὁ Ἱερεῦς: Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καί τῷ Υἱῷ, καί τῷ ἁγίῷ Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.

Ὁ Ἱερεῦς: Δόξα σοι, Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.

Ὁ Χορός: Δόξα Πατρί, καί Υιῷ, καί Ἁγίῳ Πνεύματι. Καί νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον. Πάτερ ἅγιε, εὐλόγησον.

Ὁ Ἱερεῦς: Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου και παναμώμου ἁγίας αὐτοῦ Μητρός˙ δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ˙ προστασίαις τῶν τιμίων, ἐπουρανίων δυνάμεων Ἀσωμάτων˙ ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καί βαπτιστοῦ Ἰωάννου˙ τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων˙ τῶν ἁγίων ἐνδόξων καί καλλινίκων μαρτύρων˙ τῶν ὁσίων καί θεοφόρων πατέρων ἡμῶν˙ τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, (τοῦ Ἁγίου τῆς ἡμέρας) καί πάντων σου τῶν Ἁγίων, ἐλεήσαι καί σώσαι ἡμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς τήν θείαν καί σεπτήν σοῦ ἀσπαζομένους εἰκόνα, Γοργοϋπήκοε σύ, νόσων ἐλευθέρωσον ψυχῆς καί σώματος, ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ, λοιμοῦ, Κόρη, ἀκρίδος, χαλάζης τε καί πάσης μάστιγος˙ ἵνα ἐκ παντοίων κινδύνων πάντοτε λυτρούμενοι πάντες σοῦ τό θεῖον ὄνομα δοξάζωμεν.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεῦς: Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καί σῶσον ἡμᾶς.

Ὁ Χορός: Ἀμήν.

Επικοινωνία


Προβολή μεγαλύτερου χάρτη

Όπισθεν ΣΙΔΕΝΟΡ
Τ.Θ.: 1626, Ιωνία
T.K. 570 08, Δήμος Δέλτα
Θεσσαλονίκη
Τηλέφωνο: 2310 722020

Πίνακας μνημόνευσης

...